antipater
Εὐπάλαμος ξανθὸν μὲν ἐρεύθεται, ἶσον Ἔρωτι,
μέσφα ποτὶ Κρητῶν ποιμένα Μηριόνην:
ἐκ δέ νυ Μηριόνεω Ποδαλείριος οὐκέτ᾽ ἐς Ἠὼ
νεῖται: ἴδ᾽ ὡς φθονερὰ παγγενέτειρα φύσις.
εἰ γάρ τῷ τὰ τ᾽ ἔνερθε τὰ θ᾽ ὑψόθεν ἶσα πέλοιτο,
ἦν ἂν Ἀχιλλῆος φέρτερος Αἰακίδεω.