anonymi epigrammatici
οὔτι μάταν θνατοῖσι φάτις τοιάδε βοᾶται,
ὡς οὐ πάντα θεοὶ πᾶσιν ἔδωκαν ἔχειν.
εἶδος μὲν γὰρ ἄμωμον, ἐπ᾽ ὄμμασι δ᾽ ἁ περίσαμος
αἰδώς, καὶ στέρνοις ἀμφιτέθαλε χάρις,
οἷσι καὶ ἠιθέους ἐπιδάμνασαι: ἀλλ᾽ ἐπὶ ποσσὶν
οὐκέτι τὰν αὐτὰν δῶκαν ἔχειν σε χάριν.
πλὴν κρηπὶς κρύψει ποδὸς ἴχνιον, ὠγαθὲ Πύρρε,
κάλλεϊ δὲ σφετέρῳ τέρψει ἀγαλλόμενον.