polystratus
Δισσὸς Ἔρως αἴθει ψυχὴν μίαν. ὦ τὰ περισσὰ
ὀφθαλμοὶ πάντῃ πάντα κατοσσόμενοι,
εἴδετε τὸν χρυσέαισι περίσκεπτον χαρίτεσσιν
Ἀντίοχον, λιπαρῶν ἄνθεμον ἠιθέων.
ἀρκείτω: τί τὸν ἡδὺν ἐπηυγάσσασθε καὶ ἁβρὸν
Στασικράτη, Παφίης ἔρνος ἰοστεφάνου;
καίεσθε, τρύχεσθε, καταφλέχθητέ ποτ᾽ ἤδη:
οἱ δύο γὰρ᾽ ψυχὴν οὐκ ἂν ἕλοιτε μίαν.