anonymi epigrammatici
τλῆμον Ἔρως, οὐ θῆλυν ἐμοὶ πόθον, ἀλλὰ τιν᾽ αἰεὶ
δινεύεις στεροπὴν καύματος ἀρσενικοῦ.
ἄλλοτε γὰρ Δήμωνι πυρούμενος, ἄλλοτε λεύσσων
Ἰσμηνόν, δολιχοὺς αἰὲν ἔχω καμάτους.
οὐ μούνοις δ᾽ ἐπὶ τοῖσι δεδόρκαμεν ἀλλ᾽ ἐπιπάντων
ἄρκυσι πουλυμανῆ κανθὸν ἐφελκόμεθα.