meleager
ὤνθρωποι, βωθεῖτε: τὸν ἐκ πελάγευς ἐπὶ γαῖαν
ἄρτι με πρωτόπλουν ἴχνος ἐρειδόμενον
ἕλκει τῇδ᾽ ὁ βίαιος Ἔρως: φλόγα δ᾽ οἷα προφαίνων
παιδὸς † ἀπεστρέπτει κάλλος ἐραστὸν ἰδεῖν.
βαίνω δ᾽ ἴχνος ἐπ᾽ ἴχνος, ἐν ἀέρι δ᾽ ἡδὺ τυπωθὲν
εἶδος ἀφαρπάζων χείλεσιν ἡδὺ φιλῶ.
ἆρά γε τὴν πικρὰν προφυγὼν ἅλα, πουλύ τι κείνης
πικρότερον χέρσῳ κῦμα περῶ Κύπριδος ;