callimachus
ἥμισύ μευ ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δ᾽ οὐκ οἶδ᾽
εἴτ᾽ Ἔρος εἴτ᾽ Ἀίδης ἥρπασε: πλὴν ἀφανές.
ἦ ῥὰ τιν᾽ ἐς παίδων πάλιν ᾤχετο; καὶ μὲν ἀπεῖπον
πολλάκι: ‘ τὴν δρῆστιν μὴ ὑποδέχεσθε, νέοι.’ † ουκισυ δίφησον ἐκεῖσε γὰρ ἡ λιθόλευστος
κείνη καὶ δύσερως οἶδ᾽ ὅτι που στρέφεται.