meleager
εἰκόνα μὲν Παρίην ζωογλύφος ἄνυς1᾽ Ἔρωτος
Πραξιτέλης, Κύπριδος παῖδα τυπωσάμενος,
νῦν δ᾽ ὁ θεῶν κάλλιστος Ἔρως ἔμψυχον ἄγαλμα,
αὑτὸν ἀπεικονίσας, ἔπλασε Πραξιτέλην:
ὄφρ᾽ ὁ μὲν ἐν θνατοῖς, ὁ δ᾽ ἐν αἰθέρι φίλτρα βραβεύῃ,
γῆς θ᾽ ἅμα καὶ μακάρων σκηἸττροφορώσι Πόθοι,
ὀλβίστη Μερόπων ἱερὰ πόλις, ἃ θεόπαιδα
καινὸν Ἔρωτα νέων θρέψεν ὑφαγεμόνα.