meleager
οὔριος ἐμπνεύσας ναύταις Νότος, ὦ δυσέρωτες,
ἥμισύ μευ ψυχᾶς ἅρπασεν Ἀνδράγαθον. [p. 306]
τρὶς μάκαρες νᾶες, τρὶς δ᾽ ὄλβια κύματα πόντου,
τετράκι δ᾽ εὐδαίμων παιδοφορῶν ἄνεμος,
εἴθ᾽ εἴην δελφίς, ἵν᾽ ἐμοῖς βαστακτὸς ἐπ᾽ ὤμοις
πορθμευθεὶς ἐσίδῃ τὰν γλυκόπαιδα Ῥόδον.