straton
οὐχὶ τὸ πῦρ κλέψας δέδεσαι, κακόβουλε Προμηθεῦ,
ἀλλ᾽ ὅτι τὸν πηλὸν τοῦ Διὸς ἠφάνισας. [p. 394]
πλάττων ἀνθρώπους, ἔβαλες τρίχας: ἔνθεν ὁ δεινὸς
πώγων, καὶ κνήμη παισὶ δασυνομένη.
εἶτά σε δαρδάπτει Διὸς αἰετός, ὃς Γανυμήδην
ἥρπας1᾽ ὁ γὰρ πώγων καὶ Διὸς ἐστ᾽ ὀδύνη.