scythinus
ἦλθέν μοι μέγα πῆμα, μέγας πόλεμος, μέγα μοι πῦρ,
Ἤλισσος πλήρης τῶν ἐς ἔρωτ᾽ ἐτέων, [p. 292]
αὐτὰ τὰ καίρι᾽ ἔχων ἑκκαίδεκα, καὶ μετὰ τούτων
πάσας καὶ μικρὰς καὶ μεγάλας χάριτας,
καὶ πρὸς ἀναγνῶναι φωνὴν μέλι, καὶ τὸ φιλῆσαι
χείλεα, καὶ τὸ λαβεῖν ἔνδον, ἀμεμπτότατον.
καὶ τί πάθω; φησὶν γὰρ ὁρᾶν μόνον ἦ ῥ᾽ ἀγρυπνήσω
πολλάκι, τῇ κενεῇ Κύπριδι χειρομαχῶν.