straton
ἤδη ἐπὶ στρατιῆς ὁρμᾷς, ἔτι παῖς ἀδαὴς ὢν
καὶ τρυφερός. τί ποιεῖς, οὗτος, ὅρα μετάθου.
οἴμοι τίς ς1᾽ ἀνέπεισε λαβεῖν δόρυ: τίς χερὶ πέλτην;
τίς κρύψαι ταύτην τὴν κεφαλὴν κόρυθι;
ὦ μακαριστὸς ἐκεῖνος, ὅτις ποτέ, καινὸς Ἀχιλλεὺς
τοίῳ ἐνὶ κλισίῃ τερπόμενος Πατρόκλῳ.