straton
1 ἢν τούτῳ † φωνῇς, τὸ μέσον λάβε, καὶ κατακλίνας
ζεύγνυε, καὶ πρώσας πρόσπεσε, καὶ κάτεχε.
2 οὐ φρονέεις, Διόφαντε: μόλις δύναμαι γὰρ ἔγωγε
ταῦτα ποιεῖν: παίδων δ᾽ ἡ πάλη ἔσθ᾽ ἑτέρα.
μοχλοῦ καὶ μένε, Κῦρι, καὶ ἐμβάλλοντος ἀνάσχου:
πρῶτον συμμελετᾶν ἢ μελετᾷν μαθέτω.