straton
ἄρκιον ἤδη μοι πόσιος μέτρον εὐσταθίη γὰρ
λύεται ἥ τε φρενῶν ἥ τε διὰ στόματος.
χὠ λύχνος ἔσχισται διδύμην φλόγα, καὶ δὶς ἀριθμέω,
πολλάκι πειράζων, τοὺς ἀνακεκλιμένους. [p. 384]
ἤδη δ᾽ οὐκέτι μοῦνον ἐπ᾽ οἰνοχόον σεσόβημαι,
ἀλλὰ πάρωρα βλέπω κἠπὶ τὸν ὑδροχόον.