straton
οὐ τέρπουσι κόμαι με, περισσότεροί τε κίκιννοι,
τέχνης, οὐ φύσεως ἔργα διδασκόμενοι:
ἀλλὰ παλαιστρίτου παιδὸς ῥύπος ὁ ψαφαρίτης,
καὶ χροιὴ μελέων σαρκὶ λιπαινομένη.
ἡδὺς ἀκαλλώπιστος ἐμὸς πόθος: ἡ δὲ γοῆτις
μορφὴ θηλυτέρης ἔργον ἔχει Παφίης.