alpheus
τλήμονες, οἷς ἀνέραστος ἔφυ βίος: οὔτε γὰρ ἔρξαι
εὐμαρὲς, οὔτε εἰπεῖν ἐστί τι νόσφι πόθων.
καὶ γὰρ ἐγὼ νῦν εἰμι λίην βραδύς: εἰ δ᾽ ἐπίδοιμι
Ξεινόφιλον, στεροπῆς πτήσομαι ὀξύτερος.
τοὔνεκεν οὐ φεύγειν γλυκὺν ἵμερον, ἀλλὰ διώκειν,
πᾶσι λέγω. ψυχῆς ἐστὶν Ἔρως ἀκόνη.