philodemus
Δημώ με κτείνει καὶ Θέρμιον ἡ μὲν ἑταίρη,
Δημονόη ^ δ᾽ οὔπω Κύπριν ἐπισταμένη.
καὶ τῆς μὲν ψαύω: τῆς δ᾽ οὐ θέμις. οὐ μὰ σέ, Κύπρι,
οὐκ οἶδ᾽ ἣν εἰπεῖν δεῖ με ποθεινοτέρην.
Δημάριον λέξω τὴν παρθένον οὐ γὰρ ἕτοιμα
βούλομαι, ἀλλὰ ποθῶ πᾶν τὸ φυλασσόμενον.