anonymi epigrammatici
θαρσαλέως τρηχεῖαν ὑπὸ σπλάγχνοισιν ἀνίην
οἴσω, καὶ χαλεπῆς δεσμὸν ἀλυκτοπέδης.
οὐ γάρ πω, Νίκανδρε, βολὰς ἐδάημεν Ἔρωτος
νῦν μόνον, ἀλλὰ πόθων πολλάκις ἡψάμεθα.
καὶ σὺ μέν, Ἀδρήστεια, κακῆς ἀντάξια βουλῆς
τῖσαι, καὶ μακάρων πικροτάτη Νέμεσις.