anonymi epigrammatici
εἶπα, καὶ αὖ πάλιν εἶπα: ‘ καλός, καλός:’ ἀλλ᾽ ἔτι φήσω,
ὡς καλός, ὡς χαρίεις ὄμμασι Δωσίθεος. [p. 348]
οὐ δρυός, οὐδ᾽ ἐλάτης ἐχαράξαμεν, οὐδ᾽ ἐπὶ τοίχου
τοῦτ᾽ ἔπος: ἀλλ᾽ ἐν ἐμῇ καῦσεν ^ Ἔρως κραδίᾳ.
εἰ δέ τις οὐ φήσει, μὴ πείθεο. ναὶ μὰ σέ, δαῖμον,
ψεύδετ᾽ ἐγὼ δ᾽ ὁ λέγων τἀτρεκὲς οἶδα μόνος.