meleager
ἡδὺ τί μοι διὰ νυκτὸς ἐνύπνιον ἁβρὰ γελῶντος
ὀκτωκαιδεκέτους παιδὸς ἔτ᾽ ἐν χλαμύδι
ἤγαγ᾽ Ἔρως ὑπὸ χλαῖναν ἐγὼ δ᾽ ἁπαλῷ περὶ χρωτὶ
στέρνα βαλὼν κενεὰς ἐλπίδας ἐδρεπόμαν. καὶ μ᾽ ἔτι νῦν θάλπει μνήμης πόθος: ὄμμασι δ᾽ ὕπνον
ἀγρευτὴν πτηνοῦ φάσματος αἰὲν ἔχω.
ὦ δύσερως ψυχή, παῦσαί ποτε καὶ δι᾽ ὀνείρων
εἰδώλοις κάλλευς κωφὰ χλιαινομένη.