anonymi epigrammatici
λάθρῃ παπταίνοντα παρὰ φλιὴν Ἐχέδημον
λάθριος ἀκρήβην τὸν χαρίεντ᾽ ἔκυσα.
δειμαίνω:^ καὶ γάρ μοι ἐνύπνιος ἦλθε φαρέτρην
αἰωρῶν καὶ δοὺς ᾤχετ᾽ ἀλεκτρυόνας, [p. 344]
ἄλλοτε μειδιόων, ὁτὲ δ᾽ οὐ φίλος. ἀλλὰ μελισσέων
ἑσμοῦ καὶ κνίδης καὶ πυρὸς ἡψάμεθα;