meleager
τόν με Πόθοις ἄτρωτον ὑπὸ στέρνοισι Μυΐσκος
ὄμμασι τοξεύσας, τοῦτ᾽ ἐβόησεν ἔπος:
τὸν θρασὺν εἷλον ἐγώ: τὸ δ᾽ ἐπ᾽ ὀφρύσι κεῖνο φρύαγμα
σκηπτροφόρου σοφίας ἠνίδε ποσσὶ πατῶ.
τῷ δ᾽, ὅσον ἀμπνεύσας, τόδ᾽ ἔφην
φίλε κοῦρε, τί θαμβεῖς;
καὐτὸν ἀπ᾽ Οὐλύμπου Ζῆνα καθεῖλεν Ἔρως.