lucillius
οὗτος ὁ νῦν τοιοῦτος Ὀλυμπικὸς εἶχε, Σεβαστέ,
ῥῖνα, γένειον, ὀφρῦν, ὠτάρια, βλέφαρα:
εἶτ᾽ ἀπογραψάμενος πύκτης ἀπολώλεκε πάντα,
ὥστ᾽ ἐκ τῶν πατρικῶν μηδὲ λαβεῖν τὸ μέρος:
εἰκόνιον γὰρ ἀδελφὸς ἔχων προενήνοχεν αὐτοῦ,
καὶ κέκριτ᾽ ἀλλότριος, μηδὲν ὅμοιον ἔχων.