lollius bassus
ἡ πολιὴ κροτάφοισι Κυτώταρις, ἡ πολύμυθος
γραῖα, δι᾽ ἣν Νέστωρ οὐκέτι πρεσβύτατος,
ἡ φάος ἀθρήσας1᾽ ἐλάφου πλέον, ἡ χερὶ λαιῇ
γῆρας ἀριθμεῖσθαι δεύτερον ἀρξαμένη,
ζώει καὶ λεύσσουσα καὶ ἀρτίπος, οἷά τε νύμφη,
ὥστε με διστάζειν, μή τι πέπονθ᾽ Ἀίδης,