palladas
πᾶσι θανεῖν μερόπεσσιν ὀφείλεται, οὐδέ τις ἐστὶν
αὔριον εἰ ζήσει θνητὸς ἐπιστάμενος.
τοῦτο σαφῶς, ἄνθρωπε, μαθὼν εὔφραινε σεαυτόν,
λήθην τοῦ θανάτου τὸν Βρόμιον κατέχων.
τέρπεο καὶ Παφίῃ, τὸν ἐφημέριον βίον ἕλκων:
τἆλλα δὲ πάντα Τύχῃ πράγματα δὸς διέπειν.