macedonius ii
Χανδοπόται, βασιλῆος ἀεθλητῆρες Ἰάκχου,
ἔργα κυπελλομάχου στήσομεν εἰλαπίνης,
Ἰκαρίου σπένδοντες ἀφειδέα δῶρα Λυαίου:
ἄλλοισιν μελέτω Τριπτολέμοιο γέρα,
ᾗχι βόες, καὶ ἄροτρα, καὶ ἱστοβοεύς, καὶ ἐχέτλη,
καὶ στάχυς, ἁρπαμένης ἴχνια Φερσεφόνης.
εἴ ποτε δὲ στομάτεσσι βαλεῖν τινα βρῶσιν ἀνάγκη,
ἀσταφὶς οἰνοπόταις ἄρκιος ἡ Βρομίου.