anonymi epigrammatici
πῖνε καὶ εὐφραίνου: τί γάρ αὔριον, ἢ τί τὸ μέλλον,
οὐδεὶς γινώσκει. μὴ τρέχε, μὴ κοπία,
ὡς δύνασαι, χάρισαι, μετάδος, φάγε, θνητὰ λογίζου:
τὸ ζῆν τοῦ μὴ ζῆν οὐδὲν ὅλως ἀπέχει.
πᾶς ὁ βίος τοιόσδε, ῥοπὴ μόνον ἂν προλάβῃς, σοῦ,
ἂν δὲ θάνῃς, ἑτέρου πάντα, σὺ δ᾽ οὐδὲν ἔχεις.