antiochus
ψυχὴν μὲν γράψαι χαλεπόν, μορφὴν δὲ χαράξαι
ῥᾴδιον ἀλλ᾽ ἐπὶ σοὶ τοὔμπαλιν ἀμφότερον.
τῆς μὲν γὰρ ψυχῆς τὸ διάστροφον ἔξω ἄγουσα
ἐν τοῖς φαινομένοις ἡ Φύσις εἰργάσατο:
τὸν δ᾽ ἐπὶ τῆς μορφῆς θόρυβον καὶ σώματος ὕβριν
πῶς ἄν τις γράψαι, μηδ᾽ ἐσιδεῖν ἐθέλων;