lucillius
εἴ με φιλεῖς, ἔργῳ με φίλει, καὶ μὴ μ᾽ ἀδικήσῃς,
ἀρχὴν τοῦ βλάπτειν τὴν φιλίαν θέμενος. [p. 258]
πᾶσι γὰρ ἀνθρώποισιν ἐγὼ πολὺ κρέσσονα φημι
τὴν φανερὰν ἔχθραν τῆς δολερῆς φιλίας.
φασὶ δὲ καὶ νήεσσιν ἁλιπλανέεσσι χερείους
τὰς ὑφάλους πέτρας τῶν φανερῶν σπιλάδων.