palladas
ἦν ἄρα καὶ κάνθωσι Τύχη χαλεπή τε καὶ ἐσθλή,
καὶ Κρόνος ὡρονομεῖ τετραπόδων γένεσιν.
ἐξότε γὰρ καὶ τοῦτον ὄνον χαλεπὸς χρόνος ἔσχεν,
ἐξ ἀλαβαρχείης γραμματικοῦ γέγονεν.
τλῆθι φέρειν λοιπόν, κανθήλιε: γραμματικοῖς γὰρ
οὐδὲ τέλος κριθᾖ, κρῖ δὲ μόνον λέγεται.