previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


agathias scholasticus

κεῖτο μὲν Ἀλκιμένης κεκακωμένος ἐκ πυρετοῖο,
καὶ περὶ λαυκανίην βραγχὰ λαρυγγιόων,
νυσσόμενός τε τὸ πλευρὸν ἅτε ξιφέεσσιν ἀμυχθέν,
καὶ θαμὰ δυσκελάδοις ἄσθμασι πνευστιόων
ἦλθε δὲ Καλλίγνωτος Κώιος, πλατυλέσχης,
τῆς παιωνιάδος πληθόμενος σοφίης,
πᾶσαν ἔχων πρόγνωσιν ἐν ἄλγεσιν, οὔ τι περιττὸν
ἄλλο προαγγέλλων τὸ γενησόμενον.
Ἀλκιμένους δ᾽ ἐδόκευεν ἀνάκλισιν, ἔκ τε προσώπου
φράζετο, καὶ παλάμης ψαῦεν ἐπισταμένως,
καὶ τὸ περὶ κρισίμων φαέων ἐλογίζετο γράμμα,
πάντ᾽ ἀναπεμπάζων οὐχ ἑκὰς Ἱπποκράτους.
καὶ τότε τὴν πρόγνωσιν ἐς Ἀλκιμένην ἀνεφώνει
σεμνοπροσωπήσας καὶ σοβαρευόμενος:
εἴ γε φάρυγξ βομβεῦσα, καὶ ἄγρια τύμματα πλευροῦ,
καὶ πυρετῷ λήξει πνεῦμα δασυνόμενον,
οὐκέτι τεθνήξει πλευρίτιδι: τοῦτο γὰρ ἡμῖν
σύμβολον ἐσσομένης ἐστὶν ἀπημοσύνης. [p. 254]
θάρσει τὸν νομικὸν δὲ κάλει, καὶ χρήματα σαυτοῦ ,
εὖ διαθείς, βιότου λῆγε μεριμνοτόκου,
καί με τὸν ἰητρόν, προρρήσιος εἵνεκεν ἐσθλῆς,
ἐν τριτάτᾐ μοίρᾐ κάλλιπε κληρονόμον.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: