dioscorides
οὐκέτ᾽ Ἀλεξανδρεῦσι τὰ τίμια, χὠ Πτολεμαίου
μόσχος ἐν ἠιθέοις λαμπάδι κῦδος ἔχει:
ὁ Πτολεμαίου Μόσχος, ἰὼ πόλι: ποῦ δὲ τὰ μητρὸς
αἴσχεα, πάνδημοὶ τ᾽ ἐργασίαι τέγεος;
ποῦ δὲ ... συφόρβια; τίκτετε, πόρναι,
τίκτετε, τῷ Μόσχου πειθόμεναι στεφάνῳ.