philippus
ἡνίκα μὲν καλὸς ἦς, Ἀρχέστρατε, κἀμφὶ παρειαῖς
οἰνωπαῖς ψυχὰς ἔφλεγες ἠιθέων,
ἡμετέρης φιλίης οὐδεὶς λόγος: ἀλλὰ μετ᾽ ἄλλων
παίζων, τὴν ἀκμὴν ὡς ῥόδον ἠφάνισας.
ὡς δ᾽ ἐπιπερκάζεις μιαρῇ τριχί, νῦν φίλον ἕλκων,
τὴν καλάμην δωρῇ, δοὺς ἑτέροις τὸ θέρος.