antiphanes
θηρῶν βροτὲ μᾶλλον ἀνήμερε, πάντα σε μισεῖ,
πατρολέτωρ: πάντῃ δ᾽ ἐκδέχεταί σε μόρος.
ἢν ἐπὶ γῆς φεύγῃς, ἀγχοῦ λύκος: ἢν δὲ πρὸς ὕψος
δενδροβατῇς, ἀσπὶς δεῖμ᾽ ὑπὲρ ἀκρεμόνων.
πειράζεις καὶ Νεῖλον; ὁ δ᾽ ἐν δίναις κροκόδειλον
ἔτρεφεν, εἰς ἀσεβεῖς θῆρα δικαιότατον.