philippus
Χαίροιθ᾽ οἱ περὶ κόσμον ἀεὶ πεπλανηκότες ὄμμα,
οἳ τ᾽ ἀπ᾽ Ἀριστάρχου σῆτες ἀκανθολόγοι.
ποῖ γὰρ ἐμοὶ ζητεῖν, τίνας ἔδραμεν ἥλιος οἴμους,
καὶ τίνος ἦν Πρωτεὺς, καὶ τίς ὁ Πυγμαλίων;
γινώσκοιμ᾽ ὅσα λευκὸν ἔχει στίχον ἡ δὲ μέλαινα
ἱστορίη τήκοι τοὺς Περικαλλιμάχους.