antiphanes
γραμματικῶν περίεργα γένη, ῥιζωρύχα μούσης
ἀλλοτρίης, ἀτυχεῖς σῆτες ἀκανθοβάται, [p. 220]
τῶν μεγάλων κηλῖδες, ἐπ᾽ Ἠρίννῃ δὲ κομῶντες,
πικροὶ καὶ ξηροὶ Καλλιμάχου πρόκυνες,
ποιητῶν λῶβαι, παισὶ σκότος ἀρχομένοισιν,
ἔρροιτ᾽, εὐφώνων λαθροδάκναι κόριες.