anonymi epigrammatici
ἤθελον ἂν πλουτεῖν, ὡς πλούσιος ἦν ποτε Κροῖσος
καὶ βασιλεὺς εἶναι τῆς μεγάλης Ἀσίης:
ἀλλ᾽ ὅταν ἐμβλέψω Νικάνορα τὸν σοροπηγόν,
καὶ γνῶ πρὸς τί ποιεῖ ταῦτα τὰ γλωσσόκομα,
ἀκτήν που πάσσας καὶ ταῖς κοτύλαις ὑποβρέξας,
τὴν Ἀσίην πωλῶ πρὸς μύρα καὶ στεφάνους. [p. 70]