palladas
τοῦ αὐτοῦεἴς τινα φιλόσοφον γενόμενον ὕπαρχον πόλεως ἐπὶ Βαλεντινιανοῦ καὶ Βάλεντος
ἄντυγος οὐρανίης ὑπερήμενος, ἐς πόθον ἦλθες
ἄντυγος ἀργυρέης: αἶσχος ἀπειρέσιον
ἦσθά ποτε κρείσσων: αὖθις δ᾽ ἐγένου πολὺ χείρων.
δεῦρ᾽ ἀνάβηθι κάτω: νῦν γὰρ ἄνω κατέβης.