nicarchus ii
Δυσκώφῳ δύσκωφος ἐκρίνετο: καὶ πολὺ μᾶλλον
ἦν ὁ κριτὴς τούτων τῶν δύο κωφότερος. [p. 190]
ὧν ὁ μὲν ἀντέλεγεν τὸ ἐνοίκιον αὐτὸν ὀφείλειν
μηνῶν πένθ᾽ ὁ δ᾽ ἔφη νυκτὸς ἀληλεκέναι.
ἐμβλέψας δ᾽ αὐτοῖς ὁ κριτὴς λέγει,
ἐς τί μάχεσθε;
μήτηρ ἔσθ᾽ ὑμῶν ἀμφότεροι τρέφετε.