lucillius
ἀγρὸν Μηνοφάνης ὠνήσατο, καὶ διὰ λιμὸν
ἐκ δρυὸς ἀλλοτρίας αὑτὸν ἀπηγχόνισεν.
γῆν δ᾽ αὐτῷ τεθνεῶτι βαλεῖν οὐκ ἔσχον ἄνωθεν,
ἀλλ᾽ ἐτάφη μισθοῦ πρός τινα τῶν ὁμόρων.
εἰ δ᾽ ἔγνω τὸν ἀγρὸν τὸν Μηνοφάνους Ἐπίκουρος,
πάντα γέμειν ἀγρῶν εἶπεν ἄν, οὐκ ἀτόμων.