lucillius
ἦ ^ πέλαγος πλέομεν, Διονύσιε, καὶ γεγέμισται
τὸ πλοῖον παντὸς πανταχόθεν πελάγους. [p. 188]
ἀντλεῖται δ᾽ Ἀδρίας, Τυρρηνικός, Ἰσσικός, Αἴγων
οὐ πλοῖον, πηγὴ δ᾽ Ὠκεανοῦ ξυλίνη.
ὁπλίζου, Καῖσαρ: Διονύσιος ἄρχεται ἤδη
οὐκέτι ναυκληρεῖν, ἀλλὰ θαλασσοκρατεῖν,