lucillius
εἰς δειλούςἄνθρακα καὶ δάφνην παραβύεται ὁ στρατιώτης
Αὖλος, ἀποσφίγξας μήλινα λωμάτια. [p. 172]
φρίσσει καὶ τὸ μάτην ἴδιον ξίφος. ἢν δὲ ποτ᾽ εἴπῃς,
‘ ἔρχοντ᾽,’ ἐξαπίνης ὕπτιος ἐκτέταται.
οὐδενὶ δ᾽ οὐ Πολέμωνι προσέρχεται, οὐ Στρατοκλείδῃ:
ἀλλὰ φίλῳ χρῆται πάντοτε Λυσιμάχῳ.