lucillius
οὕτω σοι πέψαι, Διονύσιε, ταῦτα γένοιτο
πάντα: νόμου δὲ χάριν, δός τι καὶ ὧδε φαγεῖν
κἀγὼ κέκλημαι, κἀμοὶ παρέθηκέ τι τούτων
γεύσασθαι Πόπλιος, κἀμὸν ἔπεστι μέρος: [p. 170]
εἰ μὴ λεπτὸν ἰδών με δοκεῖς κατακεῖσθαι ἄρωστον,
εἶθ᾽ οὕτως τηρεῖς, μή σε λαθών τι φάγω.