dioscorides
Γάλλον Ἀρισταγόρης ὠρχήσατο: τοὺς δὲ φιλόπλους
Τημενίδας ὁ καμὼν πολλὰ διῆλθον ἐγώ.
χὠ μὲν τιμηθεὶς ἀπεπέμπετο: τὴν δὲ τάλαιναν
Ὑρνηθὼ κροτάλων εἷς ψόφος ἐξέβαλεν.
εἰς πῦρ ἡρώων ἴτε πρήξιες: ἐν γὰρ ἀμούσοις
καὶ κόρυδος κύκνου φθέγξετ᾽ ἀοιδότερον.