lucillius
εἰς ῥήτοραςχοιρίδιον καὶ βοῦν ἀπολώλεκα, καὶ μίαν αἶγα,
ὧν χάριν εἴληφας μισθάριον, Μενέκλεις: [p. 140]
οὔτε δέ μοι κοινόν τι πρὸς Ὀθρυάδαν γεγένηται,
οὔτ᾽ ἀπάγω κλέπτας τοὺς ἀπὸ Θερμοπυλῶν
ἀλλὰ πρὸς Εὐτυχίδην ἔχομεν κρίσιν ὥστε τί ποιεῖ
ἐνθάδε μοι Ξέρξης καὶ Λακεδαιμόνιοι;
πλὴν κἀμοῦ μνήσθητι νόμου χάριν, ἢ μέγα κράξω:
ἄλλα ‘ λέγει Μενεκλῆς, ἄλλα τὸ χοιρίδιον.’