lucillius
οὐχ οὕτω κακοεργὸν ἐχαλκεύσαντο μάχαιραν
ἄνθρωποι, διὰ τὰς ἐξαπίνης ἐνέδρας,
οἷον ἀκήρυκτον, Καλλίστρατε, καὶ σὺ προσελθὼν
ποιεῖς μοι φονικῶν ἑξαμέτρων πόλεμον.
σάλπιγξον ταχέως ἀνακλητικὸν εἰς ἀνοχὰς γὰρ
καὶ Πρίαμος κλαύσας % ἡμερίων ἔτυχεν.