lucillius
τέθνηκ᾽ Εὐτυχίδης ὁ μελογράφος. οἱ κατὰ γαῖαν
φεύγετ᾽ ἔχων ᾠδὰς ἔρχεται Εὐτυχίδης:
καὶ κιθάρας αὑτῷ διετάξατο συγκατακαῦσαι
δώδεκα, καὶ κίστας εἰκοσιπέντε νόμων.
νῦν ὑμῖν ὁ Χάρων ἐπελήλυθε: ποῦ τις ἀπέλθῃ
λοιπόν, ἐπεὶ χᾁδην Εὐτυχίδης κατέχει;