lucillius
ἐξ ἀτόμων Ἐπίκουρος ὅλον τὸν κόσμον ἔγραψεν
εἶναι, τοῦτο δοκῶν, Ἄλκιμε, λεπτότατον.
εἰ δὲ τότ᾽ ἦν Διόφαντος, ἔγραψεν ἂν ἐκ Διοφάντου,
τοῦ καὶ τῶν ἀτόμων πουλύ τι λεπτοτέρου,
ἢ τὰ μὲν ἄλλ᾽ ἔγραψε συνεστάναι ἐξ ἀτόμων ἄν,
ἐκ τούτου δ᾽ αὐτάς, Ἄλκιμε, τὰς ἀτόμους.