palladas
πλοῦς σφαλερὸς τὸ ζῆν χειμαζόμενοι γὰρ ἐν αὐτῷ
πολλάκι ναυηγῶν πταίομεν οἰκτρότερα.
τὴν δὲ Τύχην βιότοιο κυβερνήτειραν ἔχοντες,
ὡς ἐπὶ τοῦ πελάγους, ἀμφίβολοι πλέομεν,
οἱ μὲν ἐπ᾽ εὐπλοΐην, οἱ δ᾽ ἔμπαλιν ἀλλ᾽ ἅμα πάντες
εἰς ἕνα τὸν κατὰ γῆς ὅρμον ἀπερχόμεθα.