agathias scholasticus
ἦ ῥά γε ποῦ τὸ φρύαγμα τὸ τηλίκον; οἱ δὲ περισσοὶ
πῆ ἔβαν ἐξαίφνης ἀγχίποροι κόλακες; [p. 36]
νῦν γὰρ ἑκὰς πτόλιος φυγὰς ᾤχεο: τοῖς πρότερον δε
οἰκτροῖς τὴν κατὰ σοῦ ψῆφον ἔδωκε Τύχη.
πολλὴ σοί, κλυτοεργὲ Τύχη, χάρις, οὕνεχ᾽ ὁμοίως
πάντας ἀεὶ παίζεις, κεἰσέτι τερπόμεθα..