anonymi epigrammatici
πῶς γενόμην; πόθεν εἰμί; τίνος χάριν ἦλθον; ἀπελθεῖν;
πῶς δύναμαί τι μαθεῖν, μηδὲν ἐπιστάμενος;
οὐδὲν ἐὼν γενόμην πάλιν ἔσσομαι ὡς πάρος ἦα:
οὐδὲν καὶ μηδὲν τῶν μερόπων τὸ γένος.
ἀλλ᾽ ἄγε μοι Βάκχοιο φιλήδονον ἔντυε νᾶμα:
τοῦτο γάρ ἐστι κακῶν φάρμακον ἀντίδοτον.